about
Orphic Hymn to Hygieia (Health)
and a Sappho Love Poem
lyrics
lyrics
Ορφικός ύμνος Υγείας
θυμίαμα μάνναν
Ἱμερόεσσ᾽, ἐρατή, πολυθάλμιε, παμβασίλεια, κλῦθι, μάκαιρ᾽ Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων· ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσι, πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο, καὶ τέχναι βρίθουσι· ποθεῖ δέ σε κόσμος, ἄνασσα, μοῦνος δὲ στυγέει σ᾽ Ἀίδης ψυχοφθόρος αἰεί, ἀιθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα· σοῦ γὰρ ἄτερ πάντ᾽ ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν· οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς θαλίηισιν, οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ· πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις. ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.
Σαπφώ (Ψαπφώ)
ποικιλόθρον' ἀθανάτ' Ἀφρόδιτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε·
μή μ' ἄσαισι μηδ' ὀνίαισι δάμνα,
πότνια, θῦμον.
credits
license
all rights reserved